Studie Grieks Plato Ion online Σωκράτης τὸν Ἴωνα χαίρειν. πόθεν τὰ νῦν ἡμῖν ἐπιδεδήμηκας; ἢ οἴκοθεν ἐξ Ἐφέσου; Ἴων οὐδαμῶς, ὦ Σώκρατες, ἀλλ᾽ ἐξ Ἐπιδαύρου ἐκ τῶν Ἀσκληπιείων. Σωκράτης μῶν καὶ ῥαψῳδῶν ἀγῶνα τιθέασιν τῷ θεῷ οἱ Ἐπιδαύριοι; Ἴων πάνυ γε, καὶ τῆς ἄλλης γε μουσικῆς. Σωκράτης τί οὖν; ἠγωνίζου τι ἡμῖν; καὶ πῶς τι ἠγωνίσω;